ΣΥΝΕΡΓΑΣΙΑ: ΤΙ ΓΡΑΦΟΥΝ ΓΙΑ ΤΟΥΣ ΕΒΡΑΙΟΥΣ ΤΑ ΚΕΙΜΕΝΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ

“Διάβασα τις δηλώσεις του Μητροπολίτου Δημητριάδος Ιγνατίου(και όχι μόνο αυτού…), ότι: «Ο ρατσισμός και ο αντισημιτισμός από όπου κι αν προέρχονται δεν μπορούν να εκφράζουν την πίστη και την αυτοσυνειδησία της Εκκλησίας…». Του αφιερώνω –σε πρώτη φάση- τα κάτωθι από την λειτουργία της Μεγάλης Εβδομάδος. Αναφέρουν, λοιπόν, τα Ιερά Κείμενα:

Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι. Ἀντὶ ἀγαθῶν, ὧν ἐποίησας Χριστέ, τῷ γένει τῶν Ἑβραίων σταυρωθῆναί σε κατεδίκασαν, ὄξος καὶ χολήν σε ποτίσαντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε κατὰ τὰ ἔργα αὐτῶν, ὅτι οὐ συνῆκαν, τὴν σὴν συγκατάβασιν.

Ἐπὶ τῇ προδοσίᾳ οὐκ ἠρκέσθησαν Χριστὲ τὰ γένη τῶν Ἑβραίων, ἀλλ’ ἐκίνουν τὰς κεφαλὰς αὐτῶν, μυκτηρισμὸν καὶ χλεύην προσάγοντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι κενά, κατὰ σοῦ ἐμελέτησαν.

Οὔτε γῆ ὡς ἐσείσθη, οὔτε πέτραι ὡς ἐρράγησαν, Ἑβραίους ἔπεισαν, οὔτε τοῦ Ναοῦ τὸ καταπέτασμα, οὔτε τῶν νεκρῶν ἡ ἀνάστασις. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι κενά, κατὰ σοῦ ἐμελέτησαν.

Τῶν θεοκτόνων ὁ ἑσμός, Ἰουδαίων ἔθνος τὸ ἄνομον, πρὸς Πιλᾶτον ἐμμανῶς, ἀνακράζων ἔλεγε· Σταύρωσον, Χριστὸν τὸν ἀνεύθυνον. Βαραββᾶν δὲ μᾶλλον οὗτοι ᾐτήσαντο. Ἡμεῖς δὲ φθεγγόμεθα, Λῃστοῦ τοῦ εὐγνώμονος, τὴν φωνὴν πρὸς αὐτόν. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Ὀλέθριος σπεῖρα θεοστυγῶν, πονηρευομένων, θεοκτόνων συναγωγή, ἐπέστη Χριστέ σοι, καὶ ὡς ἄδικον εἷλκε, τὸν Κτίστην τῶν ἁπάντων, ὃν μεγαλύνομεν.

Νόμον ἀγνοοῦντες οἱ ἀσεβεῖς, φωνὰς Προφητῶν τε, μελετῶντες διακενῆς, ὡς πρόβατον εἷλκον, σὲ τὸν πάντων Δεσπότην, ἀδίκως σφαγιάσαι· ὃν μεγαλύνομεν.

Λαὸς δυσσεβὴς καὶ παράνομος, ἵνα τί μελετᾷ κενὰ; ἵνα τί τὴν ζωὴν τῶν ἁπάντων, θανάτῳ κατεδίκασε; Μέγα θαῦμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμου, εἰς χεῖρας ἀνόμων παραδίδοται, καὶ ἐπὶ ξύλου ἀνυψοῦται ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν ᾍδῃ δεσμώτας ἐλευθερώσῃ, κράζοντας· Μακρόθυμε Κύριε δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Ο Άδωνις φαντάζεται μέρες του 1917

Ο Άδωνις Γεωργιάδης από την ασφάλεια του Ελληνικού Κοινοβουλίου, που φρουρείται σαν «αστακός», ρίχνει κλεφτές ματιές έξω, στην πλατεία...